Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρην
  2. χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων
  3. Ἱππομένης νίκησεν ἐπειγομένην Ἀταλάντην.
  4. ἀλλʼ ὅτε νυμφοκόμοιο πάλης ἐτέλεσσεν ἀγῶνα
  5. Βάκχος, ἔτι στάζων γαμίους ἱδρῶτας ἀέθλων
  6. Σιθόνα μὲν πρήνιξε τετυμμένον ὀξέι θύρσῳ,
  7. μνηστήρων ὀλετῆρα, κυλινδομένου δὲ κονίῃ
  8. κούρῃ θύρσον ἔδωκε μιαιφόνον ἕδνον Ἐρώτων.
  9. καὶ γάμος ἦν πολύυμνος· ἀσιγήτῳ δʼ ἐνὶ παστῷ
  10. Σειληνοὶ κελάδησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
  11. καὶ Σάτυροι μεθύοντες ἀνέπλεκον ὕμνον Ἐρώτων
  12. συζυγίην μέλποντες ἀεθλοφόρων ὑμεναίων.
  13. Νηρεΐδων δὲ φάλαγγες ὑπὸ σφυρὰ γείτονος ἰσθμοῦ
  14. νυμφιδίῃ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
  15. καὶ μέλος ἐφθέγξαντο, παρὰ Θρήικι δὲ πόντῳ
  16. ξεινοδόκος Βρομίοιο γέρων ὠρχήσατο Νηρεύς,
  17. καὶ γαμίῃ Γαλάτεια περισκαίρουσα θαλάσσῃ
  18. Παλλήνην ἐλίγαινε συναπτομένην Διονύσῳ,
  19. καὶ Θέτις ἐσκίρτησε, καὶ εἰ πέλε νῆις Ἐρώτων,
  20. καὶ γαμίην ἔστεψεν ἁλιζώνου ῥάχιν ἰσθμοῦ