Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἰθύσσων Κρονίην μανιώδεα Πανὸς ἱμάσθλην·
  2. βακχεύσας δʼ ἀχάλινον Ἀρισταίοιο γυναῖκα
  3. Αὐτονόην ἐκάλεσσε, καὶ ἴαχε θυιάδι φωνῇ·
  4. Ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον· ἀρτιγάμου γὰρ
  5. υἱέος εἰς ὑμέναιον ἐριδμαίνεις καὶ Ὀλύμπῳ·
  6. αἰθέρος ἥρπασας εὖχος, ἐπεὶ λάχεν ἁβρὸν ἀκοίτην
  7. Ἄρτεμις Ἀκταίωνα καὶ Ἐνδυμίωνα Σελήνη.
  8. οὐ θάνεν Ἀκταίων, οὐκ ἔλλαχε θηρὸς ὀπωπήν,
  9. οὐ στικτῆς ἐλάφοιο τανυγλώχινα κεραίην,
  10. οὐ νόθον εἶδος ἔδεκτο, καὶ οὐκ ἐψεύσατο μορφήν,
  11. οὐ κύνας ἀγρευτῆρας ἑοὺς ἐνόησε φονῆας·
  12. ἀλλὰ κακογλώσσων στομάτων κενεόφρονι μύθῳ
  13. υἱέος ὑμετέροιο μόρον ψεύσαντο βοτῆρες,
  14. νυμφίον ἐχθαίροντες ἀνυμφεύτοιο θεαίνης.
  15. οἶδα, πόθεν δόλος οὗτος· ἐπʼ ἀλλοτρίοις ὑμεναίοις
  16. εἰς γάμον, εἰς Παφίην ζηλήμονές εἰσι γυναῖκες.
  17. ἀλλὰ θυελλήεντι διαθρῴσκουσα πεδίλῳ
  18. σπεῦδε μολεῖν ἀκίχητος ἐς οὔρεα· κεῖθι μολοῦσα
  19. ὄψεαι Ἀκταίωνα συναγρώσσοντα Λυαίῳ,
  20. Ἄρτεμιν ἐγγὺς ἔχοντα, καὶ αἰόλα δίκτυα θήρης