Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὦν ἡ μὲν ζοφεροῖο διαθρῴσκουσα βερέθρου
  2. Ταρταρίην ἐλέλιζεν ἐχιδνήεσσαν Ἱμάσθλην,
  3. Κωκυτοῦ δὲ ῥέεθρον ἀρύετο καὶ Στυγὸς ὕδωρ,
  4. καὶ χθονίῃ ῥαθάμιγγι δόμους ἔρραινεν Ἀγαύης---
  5. οἶα προθεσπίζοντα γόον καὶ δάκρυα Θήβης·
  6. Ἀκταίην δὲ μάχαιραν ἀπʼ Ἀτθίδος ἤγαγε δαίμων,
  7. ἀρχαίην Ἰτύλοιο μιαιφόνον, ᾗ ποτε μήτηρ
  8. Πρόκνη θυμολέαινα σὺν ἀνδροφόνῳ Φιλομήλῃ
  9. τηλυγέτην ὠδῖνα διατμήξασα σιδήρῳ
  10. παιδοβόρῳ Τηρῆι φίλην δαιτρεύσατο φορβήν·
  11. κείνην χειρὶ φέρουσα φόνων ὀχετηγὸν Ἐρινὺς
  12. ἀρχεκάκοις ὀνύχεσσι διαγλύψασα κονίην
  13. Ἀττικὸν ἔκρυφεν ἆορ ὀρεσσιφύτῳ παρὰ ῥίζῃ
  14. μηκεδανῆς ἐλάτης, ᾗ Μαινάδες, ὁππόθι Πενθεὺς
  15. μέλλε θανεῖν ἀκάρηνος· ἐπαμήσασα δὲ κόχλῳ
  16. Γοργόνος ἀρτιφόνοιο νεόρρυτον αἷμα Μεδούσης
  17. πορφυρέαις ἔχρισε Λιβυστίσι δένδρον ἐέρσαις.
  18. καὶ τὰ μὲν ἐν σκοπέλοις τεχνήσατο μαινὰς Ἐρινύς.
  19. ὀρφναίοις δὲ πόδεσσι δόμων ἐπεβήσατο Κάδμου
  20. νυκτιφαὴς Διόνυσος ἔχων ταυρώπιδα μορφήν,