Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γήθεεν ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ
  2. γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν·
  3. Νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ;
  4. οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσης
  5. ἄρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης
  6. παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ·
  7. ἁβροτέρην δʼ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην,
  8. ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ
  9. πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ.
  10. ἀλλὰ λιπὼν Λιβάνοιο λόφον καὶ Ἀδώνιδος ὕδωρ
  11. ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει
  12. ἄβροχον Ἠελίοιο λέχος Τιτηνίδος Αὔρης·
  13. καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης
  14. Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ
  15. Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
  16. ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις
  17. ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.
  18. τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ
  19. θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων
  20. ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,