Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου.
  2. ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ
  3. χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου,
  4. θηρείων γενύων βλοσυρὸν θέρος· ἐνδαπίης δὲ
  5. Παλλάδος ὑβὸν ἄροτρον ἀπʼ ὀργάδος εἰς χθόνα σύρων
  6. καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης
  7. ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμου ὀδόντων.
  8. καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων,
  9. ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων
  10. στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ
  11. φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης·
  12. ἄλλος ἄνω προύκυψεν ἐς ὀμφαλόν, ὃς δʼ ἐπὶ γαίῃ
  13. ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων·
  14. ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων
  15. οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων
  16. ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ
  17. τεύχεσιν αὐτοφύτοις κεκορυθμένος· ἆ μέγα θαῦμα,
  18. ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ·
  19. καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων
  20. ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων