Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀλλά, καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας
- θηρός, ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ
- κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης,
- γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ
- πέντε λιπὼν ζώοντας· ἐπεσσομένῃσι δὲ Θήβαις
- σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.
- ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη,
- καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ,
- δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ
- μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης
- ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ
- ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ·
- θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ
- αὐχένα θηρὸς ἔτεμνεν· ἀπαμηθεῖσα δὲ κόρση
- σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ
- ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή,
- καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ
- θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε· χωομένου δὲ
- Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ
- ἀλλοφυὴς ἤμελλε παρʼ Ἰλλυρίδος σφυρὰ γαίης