Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις,
  2. τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι,
  3. ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας
  4. θῆκε νέκυν· ψαφαρὴ δὲ κατʼ αὐχένος ἔρρεε χαίτη
  5. αὐτομάτη, πλαδαροῖο διειλυαθεῖσα καρήνου·
  6. ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης
  7. ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος
  8. ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ
  9. μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην·
  10. ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ
  11. εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων
  12. εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ
  13. ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ·
  14. ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων
  15. ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου
  16. δήγματι φαρμακόεντι, διʼ ἐγκεφάλου δὲ χυθέντος
  17. μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.
  18. καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων
  19. Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ,
  20. καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ