Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης
  2. ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος,
  3. ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ
  4. ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ.
  5. καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην
  6. ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή,
  7. καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης
  8. λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν.
  9. καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ
  10. ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλʼ ὅτε Κάδμῳ
  11. Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,
  12. βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ
  13. δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ
  14. μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς
  15. ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς
  16. ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης.
  17. καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ·
  18. στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ
  19. Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν,
  20. καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ·