Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κλεπτομένης δʼ ἀκτῖνος ἐπεσκιόωντο κολῶναι·
  2. καὶ πολύς ἔνθα καὶ ἔνθα κατήριπε πυρσὸς ἀλήτης,
  3. ἅρματος οὐρανίοιο κατάρρυτος· ἄκρα δὲ γαίης
  4. μυρίος ἔκλυσεν ὄμβρος, ἐκυμαίνοντο δὲ πέτραι
  5. ἠερίαις λιβάδεσσιν, ἕως μόγις ὑψόθι δίφρου
  6. ὑψιφανὴς ἀνέτελλε πάλιν πυρόεις Ὑπερίων.
  7. Βάκχῳ δʼ ἀσχαλόωντι διʼ ἠέρος αἴσιος ἔπτη
  8. αἰετὸς ὑψικέλευθος, ὄφιν κερόεντα κομίζων
  9. θηγαλέοις ὀνύχεσσιν· ὁ δὲ θρασὺν αὐχένα κάμπτων
  10. κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησεν Ὑδάσπῃ.
  11. καὶ τρομερὴ νήριθμον ὅλον στρατὸν εἶχε σιωπή·
  12. Ἴδμων δʼ αἰολόμητις, ἐπεὶ μάθεν ὄργια Μούσης
  13. οὐρανίης εὔκυκλον ἐπισταμένης ἴτυν ἄστρων,
  14. ἄτρομος ἵστατο μοῦνος, ἐπεὶ μάθεν ἴδμονι τέχνῃ
  15. συμπλεκέος Φαέθοντι κατάσκια κύκλα Σελήνης,
  16. καὶ φλόγα πορφύρουσαν ὑπὸ ζοφοειδέι κώνῳ
  17. κλεπτομένου Φαέθοντος ἀθηήτοιο πορείης,
  18. καὶ πάταγον βρονταῖον ἀρασσομένων νεφελάων,
  19. αἰθέριον μύκημα, καὶ ἀστράπτοντα κομήτην,
  20. καὶ δοκίδων ἀκτῖνα, καὶ ἔμπυρον ἅλμα κεραυνοῦ