Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι δαλῷ δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος.
  2. λῦτο δʼ ἀγών· λαοὶ δὲ μετήιον ἔνδια λόχμης,
  3. καὶ σφετέραις κλισίῃσιν ὁμίλεον· ἀγρονόμοι δὲ
  4. Πᾶνες ἐναυλίζοντο χαραδραίοισι μελάθροις,
  5. αὐτοπαγῆ ναίοντες ἐρημάδος ἄντρα λεαίνης
  6. ἑσπέριοι· Σάτυροι δὲ δεδυκότες εἰς σπέος ἄρκτου
  7. θηγαλέοις ὀνύχεσσι καὶ οὐ τμητῆρι σιδήρῳ
  8. πετραίην ἐλάχειαν ἐκοιλαίνοντο χαμεύνην,
  9. εἰσόκεν ὄρθρος ἔλαμψε σελασφόρος, ἀρτιφανὲς δὲ
  10. ἀμφοτέροις ἀνέτελλε γαληναίης φάος Ἠοῦς,
  11. Ἰνδοῖς καὶ Σατύροισιν· ἐπεὶ τότε κυκλάδι νύσσῃ
  12. Μυγδονίου πολέμοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
  13. ἀμβολίην ἐτάνυσσεν ἕλιξ χρόνος· οὐδέ τις αὐτοῖς
  14. οὐ φόνος, οὐ τότε δῆρις· ἔκειτο δὲ τηλόθι χάρμης
  15. Βακχιὰς ἑξαέτηρος ἀραχνιόωσα βοείη.
  16. ἀλλʼ ὅτε δὴ πολέμων ἔτος ἕβδομον ἤγαγον Ὧραι,
  17. οὐράνιον τότε σῆμα προάγγελον οἴνοπι Βάκχῳ
  18. φαίνετο, θάμβος ἄπιστον· ἐπεὶ ζόφος ἤματι μέσσῳ
  19. ἀπροϊδὴς τετάνυστο, κελαινιόωντι δὲ πέπλῳ
  20. κρυπτόμενον Φαέθοντα μεσημβριὰς εἶχεν ὀμίχλη,