Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τηλίκον αὐχήεντα βοώμενον υἱέα Φοίβου
  2. ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο πεσόντα.
  3. δεύτερος ἠέρταζε μετάρσιον ὑψόθι γαίης
  4. κουφίζων ἀμογητὶ πελώριον υἷα Κυρήνης
  5. Αἰακός, ἐσσομένην ἀρετὴν τεκέεσσι φυλάσσων,
  6. ἀκαμάτῳ Πηλῆι καὶ εὐρυβίῃ Τελαμῶνι,
  7. ἀγκὰς ἔχων, οὐ νῶτον ἢ ὄρθιον αὐχένα κάμπτων,
  8. πήχεσιν ἀμφοτέροισι μεσαίτατον ἄνδρα κομίζων,
  9. ἶσον ἀμειβόντεσσιν ἔχων τύπον, οὕς κάμε τέκτων
  10. πρηΰνων ἀνέμοιο θυελλήεσσαν ἀνάγκην.
  11. καὶ πελάσας ὅλον ἄνδρα περιστρωθέντα κονίῃ
  12. Αἰακὸς ἀντιπάλοιο μέσων ἐπεβήσατο νώτων
  13. καὶ πόδα πεπταμένης διὰ γαστέρος ἐκταδὰ πέμπων,
  14. καμπύλον ἀκροτάτῳ περὶ γούνατι δέσμα συνάπτων,
  15. ταρσῷ ταρσὸν ἔρειδε παρὰ σφυρὸν ἄκρον ἑλίξας·
  16. καὶ ταχὺς ἀντιβίου τετανυσμένος ὑψόθι νώτων,
  17. αὐχένι δεσμὸν ἔβαλλε βραχίονι, δάκτυλα κάμψας·
  18. μυδαλέῳ δʼ ἱδρῶτι χυτὴν ἔρραινε κονίην,
  19. αὐχμηρῇ ψαμάθῳ διερὴν ῥαθάμιγγα καθαίρων,
  20. μὴ διολισθήσειε περίπλοκος ἅμματι χειρῶν