Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλήλους ἐρύοντες ἀμοιβαδίς, ἅμματι χειρῶν
  2. ἀκροτάτῳ σφίγξαντες· ἔην δʼ ἀμφίδρομος ἀνήρ,
  3. ἄνδρα παλινδίνητον ἄγων ἑτερόζυγι παλμῷ,
  4. ἕλκων ἑλκόμενός τε· συνοχμάζοντο γὰρ ἄμφω
  5. χερσὶν ἀμοιβαίῃσιν, ἐκυρτώσαντο δὲ δειρήν,
  6. μεσσατίῳ δὲ κάρηνον ἐπηρείδοντο μετώπῳ
  7. ἀκλινέες, νεύοντες ἐπὶ χθονός· ἐκ δὲ μετώπων
  8. θλιβομένων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς·
  9. ἀμφοτέρων δʼ ἄρα νῶτα κεκυφότα πήχεος ὁλκῷ
  10. δίζυγι συμπλεκέος παλάμης ἐτρίβετο δεσμῷ·
  11. σμῶδιξ δʼ αὐτοτέλεστος ἀνέδραμεν αἵματι θερμῷ,
  12. αἰόλα πορφύρουσα· δέμας δʼ ἐστίζετο φωτῶν.
  13. οἱ δὲ παλαισμοσύνης ἑτερότροπα μάγγανα τέχνης
  14. ἀλλήλοις ἀνέφαινον ἀμοιβαδίς· ἀντίβιον δὲ
  15. πρῶτος Ἀρισταῖος παλάμης πηχύνατο καρπῷ,
  16. ἐκ χθονὸς ὀχλίζων· δολίης δʼ οὐ λήθετο τέχνης
  17. Αἰακὸς αἰολόμητις, ὑποκλέπτοντι δὲ ταρσῷ
  18. λαιὸν Ἀρισταίοιο ποδὸς κώληπα πατάξας
  19. ὕπτιον αὐτοκύλιστον ὅλον περικάββαλε γαίῃ,
  20. ἠλιβάτῳ πρηῶνι πανείκελον· ἀμφὶ δὲ λαοὶ