Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης
  2. ἐσσομένης· τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων
  3. ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη·
  4. καὶ ναέτης ναετῆρι, φίλος δʼ ἐρίδαινεν ἑταίρῳ,
  5. γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δʼ ἀνήρ.
  6. ἦν δʼ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην
  7. κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων
  8. ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων,
  9. ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς
  10. εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος·
  11. ἄλλῳ δʼ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων
  12. ἀγχιφανὴς νίκησε πολύροπος ἀστὸς Ἀθήνης,
  13. Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα.
  14. οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς,
  15. ἵπποθς ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων·
  16. καὶ πολὺς ἱππείοιο διʼ αὐχένος ἔρρεεν ἱδρὼς
  17. καὶ λασίου στέρνοιο, καθʼ ἡνιόχοιο δὲ πυκναὶ
  18. αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης·
  19. ἅρματα δʼ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων
  20. ἁλλομένῃ στροφάλιγγι· καὶ οὐ τροχόεντι σιδήρῳ