Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ
  2. καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;
  3. τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης,
  4. κερτομέων· νέμεσις δὲ τόσην ἐγράψατο φωνήν.
  5. καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων·
  6. ἅρματι δʼ ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων
  7. μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ·
  8. καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ,
  9. ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ
  10. θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων
  11. ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος.
  12. στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης,
  13. εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππων
  14. ὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην,
  15. οἷά περ οὐκ ἀίων· καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην,
  16. μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων·
  17. καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος
  18. δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή,
  19. ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει.
  20. λαοῖς δʼ ἔμεσε λύσσα· καὶ ἤρισαν ἄλλος ἐπʼ ἄλλῳ,