Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη,
  2. πηγαίῃ δʼ ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ.
  3. καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ,
  4. οὔρεος οἶμον ἔχων ἑτερότροπον· ἦν δὲ νοῆσαι
  5. ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην
  6. ποσσὶ πολυπλανέεσσιν· ἐυπλέκτοιο δὲ σειρῆς
  7. πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ
  8. οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν· ἐσσυμένων δὲ
  9. ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴ
  10. σπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης
  11. συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ.
  12. καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν ὁ μὲν αὐτῶν
  13. ὑλοτόμοις--- παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων---
  14. φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς
  15. ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον ἐρίπνῃ·
  16. καὶ τὰ μὲν ὑλονόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι
  17. Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ.
  18. καὶ πολὺς ἑσμὸς ἔην ἑτερόπτολις· ἀμφὶ δὲ νεκρῷ
  19. πενθαλέην πλοκαμῖδα κατηφει τάμνε σιδήρῳ·
  20. ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπʼ ἄλλῳ,