Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιω ἀγῶνες.
  2. ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί,
  3. Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες Ἐνυώ,
  4. ὄμμασιν ἀκλαύτοισιν εταρχύσαντο θανόντας,
  5. οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας
  6. ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ
  7. νύσσαν ἐς ἀρχαίην· στρατιὴ δʼ ἀμπαύετο Βάκχου.
  8. καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην
  9. πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων
  10. ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην,
  11. ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην.
  12. τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης
  13. Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ,
  14. μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης.
  15. καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ·
  16. πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ,
  17. πολλὴ δʼ ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς,
  18. καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη
  19. αὐχμηροῖς πετάλοισι· πολυσπερέων δʼ ἀπὸ δένδρων
  20. τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι·