Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ λύματα λύσσης Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων.
  2. ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας·
  3. Δηριάδης δʼ ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς.
  4. ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου
  5. κεκριμένοι στέλλοντο κυβερνητῆρες Ἐνυοῦς,
  6. οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου.
  7. Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης
  8. Ἄρεος εἶχε τάλαντα παρακλιδόν· οὐρανόθεν δὲ
  9. ἔμπυρον ὑδατόεις προκαλίζετο κυανοχαίτης
  10. ἠέλιον, γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην·
  11. Ἥρης δʼ ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη·
  12. Λητῴην δʼ ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς.