Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης·
- οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι,
- μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ,
- Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων·
- αἰδέομαι Μίνωι φανήμεναι· ἐν κλισίῃ γὰρ
- Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων
- ῥύσομαι· Εὐρώπης γάρ ἔχεε γένος· ἀλλὰ σαώσας
- νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω
- πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ
- Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου.
- ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω,
- τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.