Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἰλλόμενον πετάλοισι καὶ ἀμπελόεντι κορύμβῳ,
  2. εἴκελα δεσμὰ φέροντα, τά περ μετὰ κύματα λύσσης
  3. Νυσιάδες βοόωσι θεουδέες εἰσέτι Νύμφαι,
  4. ἀλκῆς ἡμετέρης ἐπιμάρτυρες, ὁππότε κισσοῦ
  5. ἀγχονίῳ σφίγξασα θεημάχον ἀνέρα δεσμῷ
  6. Ἀρραβίην ἐφόβησεν ἐμὴ θρασυεργὸς ὀπώρη,
  7. ἅμματι βοτρυόεντι βιαζομένου Λυκοόργου.
  8. ἀλλὰ τόσου μετὰ κύκλα κυλινδομένοιο κυδοιμοῦ
  9. ληίδα δυσμενέων συλήσατε καὶ κτέρας ἅλμης,
  10. μαρμαρέας λάιγγας, ἐμὴν δʼ ἐπὶ μητέρα Ῥείην
  11. ἑλκομένας πλοκάμοιο μεταστήσασθε γυναῖκας·
  12. καὶ προμάχους τίσασθε δεδουπότας, ὧν ἐπὶ πότμῳ
  13. τείρομαι ὀξείῃσι μεληδόσιν· ἐν κραδίῃ δὲ
  14. ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω
  15. Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην,
  16. μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου·
  17. οὐκέτι Κωδώνη θωρήσσεται, οὐκέτι δειλὴ
  18. μάρναται Ἀλκιμάχεια δορυσσόος· ἀλλὰ καὶ αὐτὸς
  19. Αἰβίαλος δέδμητο, καὶ εἰσέτι θύρσον ἐρύκω.
  20. αἰδέομαι μετὰ δῆριν Ἀρέστορα, μὴ καὶ ἀκούσῃ,