Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ προμάχους κταμένους ὀλίγῳ ῥηξήνορι θύρσῳ.
  2. οὐδὲ μάχης ἀμέλησε Διὸς πάις, ἀλλὰ μαχητὰς
  3. θωρήξας παλίνορσος ἀγέστρατον ἴαχε φωνήν,
  4. χειρὶ Γιγαντοφόνῳ ταμεσίχροα κισσὸν ἐλίσσων·
  5. θαρσαλέοι μάρνασθε τὸ δεύτερον· ὲν πολέμοις γὰρ
  6. Ζεὺς πάλιν ἡμείων πρόμος ἵσταται, υἱέι Βάκχῳ
  7. ἴλαος, οὐρανόθεν δὲ προασπίζων Διονύσου
  8. ἀθανάτων χορὸς ἦλθε, καὶ οὐκέτι χώεται Ἥρη.
  9. τίς στεροπῇ Κρονίδαο μαχέσσεται; ἢ πότε δειλοὶ
  10. δυσμενέες μίμνουσι κορυσσομένοιο κεραυνοῦ;
  11. ἶσος ἐμῷ γενετῆρι φανήσομαι· ἐν πολέμοις γὰρ
  12. γηγενέας Τιτῆνας ἐμὸς νίκησε Κρονίων,
  13. νικήσω καὶ ἔγωγε χαμαιγενέων γένος Ἰνδῶν.
  14. σήμερον ἀθρήσητε κορυμβοφόρον μετὰ νίκην
  15. Δηριάδην ἱκέτην βραδυπειθέα, καὶ χορὸν Ἰνδῶν
  16. αὐχένα δοχμώσαντα γαληναίῳ Διονύσῳ.
  17. καὶ ποταμὸν μεθέποντα μεθυσφαλὲς Εὔιον ὕδωρ·
  18. ἀντιβίους δʼ ὄψεσθε παρὰ κρητῆρι Λυαίου
  19. ξανθὸν ὕδωρ πίνοντας ἀπʼ οἰνοπόρου ποταμοῖο,
  20. καὶ θρασὺν Ἰνδὸν ἄνακτα, κατάσχετον οἴνοπι κισσῷ,