Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν·
  2. ἱστὸς δʼ ὑψικάρηνος ὑπέρτερον ἠέρα τύπτων
  3. ὄρθιος ἐστήρικτο καὶ ἠρέμα πόντον ἱμάσσων
  4. ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης,
  5. πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις
  6. οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης
  7. σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης.
  8. συμπλεκέες δὲ κάλωες ἐσύρισαν ὀξέι ῥοίζῳ,
  9. σπερχομένῳ δʼ ἀνέμῳ πρότονοι μύκον, ἰθυπόρου δὲ
  10. λαῖφος ἐκολπώθη βεβιημένον ἔγκυον αὔρης·
  11. σχίζετο δʼ ἄστατον οἶδμα παλιμπετές, ἄφρεε δʼ ὕδωρ
  12. οἰδαλέον, καὶ νηὸς ἐπειγομένης διὰ πόντου
  13. κύματι βομβήεντι περὶ τρόπιν ἤπυεν ἠχώ·
  14. πηδαλίου δὲ κόρυμβα διχαζομένης ἁλὸς ὁλκῷ
  15. κυρτὰ φαληριόωντα κατέγραφε νῶτα θαλάσσης.
  16. καὶ δεκάτης μετὰ νύσσαν ἀχείμονα κυκλάδος Ἠοῦς
  17. Κάδμος ἀκυμάντοισι Διὸς πεφορημένος αὔραις,
  18. Τρώιον ὑγρονόμοιο διασχίζων πόρον Ἕλλης,
  19. ἅρπαγος ἐξ ἀνέμοιο μεμυκότι σύρετο πορθμῷ
  20. εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου,