Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν τριτάτῳ μάστευε πολύπλανον ὁλκάδα Κάδμου Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης.
  2. λῦτο δʼ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων
  3. ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης
  4. Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ
  5. λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου·
  6. οὐκέτι δʼ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου
  7. ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ·
  8. οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων,
  9. δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ,
  10. ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου·
  11. ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη
  12. σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας,
  13. καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ
  14. ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν
  15. ἀρτιφανής, καὶ γυμνὸν ἀπʼ εὐόδμοιο καλύπτρης
  16. εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις
  17. ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους
  18. ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην
  19. πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.
  20. καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου