Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης
  2. δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,
  3. δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου
  4. ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἑσμὸς Ἐρώτων,
  5. Βυβλιάδων δʼ ἐπάκουε μελιζομένων Ἀφροδίτην
  6. καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων.
  7. Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ
  8. ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς
  9. Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.
  10. Σικελίης δʼ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ
  11. λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ
  12. ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,
  13. σοὶ δόλον ἐντύνουσι, καὶ ἀρχαίῳ σέο δεσμῷ
  14. ὁπλότερον τελέσουσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς
  15. ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων
  16. δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ,
  17. εἰλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ·
  18. καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου
  19. δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.
  20. ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης