Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου,
  2. ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων,
  3. καὶ χθονὶ ταρσὸν ἔπηξε, καὶ ἠέρα τύψε καρήνῳ.
  4. τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ,
  5. λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.
  6. Ἄρεϊ δʼ ὑπνώοντι παρίστατο νεύματι Ῥείης
  7. φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου,
  8. τοῖον ἔπος βοόωσα, νόθῃ σκιοειδέι μορφῇ·
  9. Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων
  10. χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων
  11. ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην,
  12. ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην·
  13. ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων
  14. αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην,
  15. Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ
  16. Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη,
  17. παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ,
  18. μνησαμένη νόθα λέκτρα πεδοτρεφέων Ὑμεναίων,
  19. μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ
  20. ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.