Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄσπετον εὐρείης περιδέδρομε κόλπον ἀρούρης—.
  2. ἀμφὶ δέ μιν προχυθέντες ἐς ἅρματα κούφισαν Ἰνδοί,
  3. δειδιότες Κύκλωπα δυσειδέα, μή τινι ῥιπῇ
  4. ὑψιτενῆ πάλιν ἄλλον ἑλὼν πρηῶνα κολώνης
  5. τπηχαλέῳ βασιλῆα κατακτείνειε βελέμνῳ,
  6. μῆκος ἔχων ἰσόμετρον ἀερσιλόφου Πολυφήμου.
  7. καὶ βλοσυροῦ προμάχοιο μέσῳ σελάυιζε μετώπῳ
  8. μαρμαρυηὴ τροχόεσς μονογλήνοιο προσώπου·
  9. καὶ βλοσυροῦ Κύκλωπος ὑποπτήσσοντες ὀπωπὴν
  10. θαμβαλέῳ δεδόνηντο φόβῳ κυανόχροες Ἰνδοί,
  11. οὐρανόθεν δοκέοντες Ὀλυμπιὰς ὅττι Σελήνη
  12. γηγενέος Κύκλωπος ἐναντέλλουαα προσώπῳ
  13. πλησιφαὴς ἤστραπτε, προασπίζουοα Λυαίου.
  14. Ζεὺς δὲ πατήρ, Κύκλωπος ἰδών μίμημα κυδοιμοῦ,
  15. ὑψινεφὴς ἐγέλασσεν, ὅτι χθονίων νεφελάων
  16. δεχνυμένη ξένον ὄμβρον ἀπειρήτου διὰ κόλπου
  17. νίφετο μὲν τότε γαῖα, χυτὴν δʼ οὐκ εἶχευ ἐέρσην
  18. ἄβροχα νῶτα φέρων γυμνούμενα δίψιος ἀήρ.
  19. καὶ Τπάχιος κεκόρυστο· κασιγνήτῳ δʼ ἅμα βαίνων,
  20. ἠλιβάτῳ παλάμῃ δονέων σάκος ἶσον ἐρίπνῃ,