Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. βροντῆς δʼ ἰοοτύπου τεχνήμονα δοῦπον ἐάσας
  2. εἰς φόνον ἀντιβίων Σικελῷ κεκόρυστο σιδήρῳ,
  3. καὶ δονέων ῥαιστῆρα μετάρσιον ὑψόθεν ὤμων
  4. δυσμενέων ἤρασσε καρήατα πυκνὰ σιδήρῳ·
  5. τύπτε δʼ ἐπιστροφάδην ζοφερὰς στίχας, οἷά περ αἰεὶ
  6. Αἰτναίῳ πατάγῳ σφυρήλατον ἄκμονα τύπτων.
  7. καί σκοπιῆς πρηῶνα τανυκρήπιδος ἀράξας
  8. ἔγχεϊ πετρήεντι κατέτρεχε Δηριαδῆος·
  9. καὶ παλάμῃ περίμετρον ἀφειδέι πέτρον ἰάλλων
  10. ἄντα κορυσσομένοιο μελαρρίνου βασιλῆος
  11. στήθεα λαχνήεντα χαραδραίῃ βάλεν αἰχμῇ·
  12. αὐτὰρ ὁ τοσσατίῳ μεθύων μυλοειδέι πέτρῳ
  13. στέρνον ὅλον βεβάρητο· φόνον δʼ ἤμυνεν Ὑδάσπης
  14. παιδὸς ἑοῦ βληθέντος. ὁ δὲ θρασύς, ἕλκεϊ κάμνων,
  15. ἀκαμάτων δόρυ θοῦρον ἑῶν ἀπεσείσατο χειρῶν,
  16. χάλκεον εἰκοσίπηχυ, πέδῳ δʼ ἔρριψε βοείην
  17. αἰδομέναις παλάμῃσι· καὶ ἀδρανὲς ἄσθμα τιταίνων,
  18. μαρμαρέῃ γλωχῖνι τετυμμένος ἄντυγα μαξοῦ,
  19. ἠερόθεν προκάρηνος ἀπʼ ἠλιβάτου πέσε δίφρου,
  20. ὡς ἐλάτη περίμετρος ὑπέρλοφος—ἡ δὲ πεσοῦσα