Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰκοστὸν λάχεν ἕκτον ἐπίκλοπον εἶδος Ἀθήνης καὶ πολὺν ἐγρεκύδοιμον ἀγειρομένων στόλον Ἰνδῶν.
  2. Δηριάδῃ δʼ εὕδοντι κατηφέος ὑψόθεν εὐνῆς
  3. Βάκχῳ πιστὰ φέρουσα παρίστατο θοῦρις Ἀθήνη,
  4. γνωτῷ δʼ ἐσσομένην ἑτέρην μνηστεύετο νίκην·
  5. καὶ δέμας ἀλλάξασα μετάτροπον ἶσον Ὀρόντῃ
  6. γαμβρὸν ἀερσιλόφου μιμήσατο Δηριαδῆος·
  7. καί μιν ἀπορρίψαντα μιαιφόνον οἶστρον Ἐνυοῦς
  8. μιμηλὴ δολίοιο παρήπαφεν ὄψις ὀνείρου,
  9. τοῖον ἔπος βοόωσα, καὶ ὀλλυμένων ἐπὶ πότμῳ
  10. ταρβαλέον θάρσυνεν ἐς ὑσμίνην Διονύσου·
  11. εὕδεις, Δηριάδη· σὲ δὲ μέμφομαι· ἀστυόχων γὰρ
  12. πάννυχον ὕπνον ἔχειν ἀλλότριόν ἐστιν ἀνάκτων·
  13. ὕπνου μέτρον ἔχει βουληφόρος. ἀμφὶ δὲ πύργων
  14. δυσμενέες κλονέουσι, καὶ οὐ δόρυ θοῦρον ἀείρεις,
  15. οὐκ ἀίεις τυπάνων ῥόθιον κτύπον, οὐ μέλος αὐλῶν,
  16. οὐ φονίης σάλπιγγος ἀγέστρατον ἦχον ἀκούεις.
  17. ὑμετέρην δὲ θύγατρα νεήνιδα πενθάδα χήρην
  18. Πρωτονόην ἐλέαιρε, κινυρομένην παρακοίτην,
  19. μηδὲ λίπῃς, σκηπτοῦχε, τεὸν νήποινον Ὀρόντην.
  20. κτεῖνον ἐμοὺς ὀλετῆρας ἀτευχέας· ὠκυμόρου γὰρ