Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ λίθον ἐν λαγόνεσσι μογοστόκον ἔνδον ἀείρων
  2. θλιβομένην πολύτεκνον ἀνηκόντιζε γενέθλην,
  3. φόρτον ἀποπτύων ἐγκύμονος ἀνθερεῶνος.
  4. τοῖα μὲν ἐργοπόνοιο πολύτροπα δαίδαλα τέχνης
  5. εἶχεν ἐνυαλίη πολυπίδακος ἀσπὶς Ὀλύμπου
  6. Βακχιάς, ἣν ὁρόωντες ἐθάμβεον ἄλλος ἐπʼ ἄλλῳ,
  7. καὶ σάκεος τροχόεντος ἐκυκλώσαντο φορῆα,
  8. ἔμπυρον αἰνήσαντες Ὀλύμπιον ἐσχαρεῶνα.
  9. τοῖσι δὲ τερπομένοισι δύσιν διεμέτρεεν Ἠώς,
  10. φέγγος ἀναστείλασα πυριγλήνοιο προσώπου·
  11. καὶ σκιερὴν ἐμέλαινεν ὅλην χθόνα σιγαλέη Νύξ.
  12. λαοὶ δʼ ἔνθα καὶ ἔνθα χαμαιστρώτων ἐπὶ λέκτρων
  13. ἑσπερίῃ μετὰ δόρπον ὀρειάδι κάππεσον εὐνῇ.