Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ,
- ἀνδρὸς ἔχων τύπον ἶσον, ὅς ἐν λεχέεσσιν ἰαύων
- ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς.
- καὶ πάλιν ἔζεεν αἷμα· νεοπνεύστοιο δὲ νεκροῦ
- χεῖρες ἐλαφρίζοντο· καὶ ἁρμονίη πέλε μορφῇ,
- ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή.
- καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ
- μιμηλὴν ἀλόχευτον ἐλαφρίζουσα λοχείην
- πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ
- λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη,
- ὀκρυόεν βαρὺ δεῖπνον· ὁ δὲ βροτοειδέα μορφὴν
- ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ,
- ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων·