Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἴθε δὲ μοῦνος ἔπεφνε, καὶ οὐκ ἐκάλεσσε μογήσας
  2. ἀρτιφύτων Ἰόλαον ἀλοιητῆρα καρήνων,
  3. δαλὸν ἀερτάζοντα σελασφόρον, εἰσόκεν ἄμφω
  4. θῆλυν ὄφιν πρήνιξαν, ἐγὼ δʼ οὐκ οἶδα γεραίρειν
  5. οὐτιδανῇ δύο φῶτας ἐριδμαίνοντας ἐχίδνῃ·
  6. εἷς πόνος ἀμφοτέροισι μερίζετο· θυρσοφόρος δὲ
  7. μοῦνος ἀποτμήξας ὀφιώδεας υἷας Ἀρούρης
  8. Εὔιος ἔχραε πᾶσι, Διὸς πρόμος, ὧν ὑπὲρ ὥμων
  9. ἀμφιλαφεῖς ἑκάτερθεν ἀμοιβάδες ἔρρεον ὕδραι,
  10. ὕδρης Ἰναχίης πολὺ μείζονες, ἀντὶ δὲ Λέρνης
  11. ἀσταθέες σύριζον ἐν αἰθέρι γείτονες ἄστρων.
  12. ἱλήκοις, Ἰόλαε· σὺ γὰρ δέμας ἔφλεγες ὕδρης,
  13. καὶ μόνος Ἡρακλέης, μόνος ἥρπασεν οὕνομα νίκης.
  14. οὐ Νεμέην ἐλάχειαν ἐμὸς πρόμος, οὕ τινα Λέρνην
  15. Βάκχος ἀνεζώγρησε πολυσφαράγων ἀπὸ λαιμῶν,
  16. θάμνον ἐχιδνήεντα ταμὼν παλιναυξέος ὕδρης,
  17. ἀλλὰ Νότον καὶ ταρσὰ Βορήια καὶ πτερὸν Εὕρου
  18. καὶ Ζέφυρον κήρυκα φέρων τετράζυγι νίκῃ
  19. ὠκεανόν, χθόνα, πόντον ἑῶν ἔπλησεν ἀέθλων.
  20. εἰ κλέος ἀνδρὶ φέρουσι δράκων, εἰ φωλάδες ὕδραι,