Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐκ ἄγαμαι καὶ τοῦτο· παρʼ εὐπετάλῳ ποτὲ λόχμῃ
  2. χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη
  3. παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ
  4. ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ·
  5. ἀρτιθαλὴς δʼ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων
  6. χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος
  7. φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ
  8. αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων·
  9. εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ
  10. θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ
  11. ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι, δίφρου
  12. ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων.
  13. πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων
  14. νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου.
  15. οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον· ἀλλὰ Λυαίῳ
  16. παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων.
  17. τί πλέον Ἡρακλέης θρασὺς ἥνυσεν, εἴ τινα πηγὴν
  18. πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην,
  19. τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης
  20. φυταλίην πολύδειρον ἀνασταχύοντα δρακόντων;