Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγε ταρσῷ
  2. κουφίζων ἐκόμισσεν ἐς Ἄρεα Δηριαδῆος
  3. Ἰνδῴην ἐπὶ πέζαν· ἀπʼ εὐρυπόροιο δὲ κόλπου
  4. υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων,
  5. φαιδρὸς ἀλεξικάκων πεφορημένος ἄρματι κύκνων,
  6. μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης·
  7. καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς,
  8. υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην·
  9. Οὐρανίη δʼ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου
  10. παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ
  11. ἀτραπιτούς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ,
  12. γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ·
  13. Καλλιόπη δʼ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις·
  14. καί τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων,
  15. ἀμφοτέρους δʼ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ·
  16. Ἀκταίη δʼ ἐσάωσεν Ἐρεχθέα Παλλάς Ἀθήνη
  17. Ἰνδοφόνον, ναετῆρα θεοκρήπιδος Ἀθήνης·
  18. νύμφας δʼ Ἁδρυάδας ναέται ζώγρησαν Ὀλύμπου
  19. πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἐξοχα δʼ ἄλλων
  20. δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,