Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί σφιν ἄμα χραίσμησε συνέμπορος υἱέι μήτηρ,
  2. εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ.
  3. Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας
  4. ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ
  5. θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο,
  6. πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἅς ἐπὶ νίκῃ
  7. Ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ,
  8. Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην
  9. μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς.
  10. καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ
  11. Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων
  12. ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ·
  13. καὶ Σατύρων δρόμον εἶχεν ὁμόστολον, οἷς ἅμα Βάκχαι
  14. ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δʼ ἄλλων
  15. ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,
  16. πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης,
  17. εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ.
  18. ἄλλοι δʼ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ
  19. ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου,
  20. ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων