Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄλλος δʼ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων
  2. ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ.
  3. Πορδαλίων δὲ γένεθλα καὶ ἄργια φῦλα λεόντων
  4. καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου
  5. εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν,
  6. πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης,
  7. μή σφιν ἐπαΐξειε μελαινομένων μόθος Ἰνδῶν·
  8. καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ,
  9. Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης.