Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ·
  2. οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δʼ ἐπὶ φύλλων
  3. πεπταμένων, ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης
  4. δέρμασιν αἰγείοισιν ἐπεστορέσαντο χαμεύνην·
  5. ἄλλοι δʼ ἐργεμόθοισιν ἐφωμίλησαν ὀνείροις,
  6. χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ,
  7. ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου,
  8. ἄλλος δʼ Ἰνδὸν ἔνυξε κατ' αὐχένος, ὃς δὲ δαΐζων
  9. ἄορι πεζὸν ἔτυψεν, ὁ δʼ οὔτασε Δηριαδῆα·