Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις,
  2. σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης
  3. εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας.
  4. Ἄρεῖ πέπλον ὕφαινε· νεοκλώστῳ δʼ ἐνὶ πέπλῳ
  5. ἀσπίδα μή ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ;
  6. τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς,
  7. φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων·
  8. ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,
  9. καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ·
  10. καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων
  11. μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ,
  12. ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω,
  13. καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω
  14. πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.
  15. χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης
  16. κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην,
  17. δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.
  18. ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν
  19. ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα,
  20. συζυγίης δʼ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ