Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ
  2. κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη.
  3. κλῆρον Ἀθηναίς οὐχ ἥρπασε δεσπότις Ἥρη,
  4. γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει
  5. ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην
  6. ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ
  7. ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου,
  8. ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλει κεστῷ,
  9. ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ
  10. εἰπέ μοι, ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης
  11. εἶδες ὀιστεύουσαν ἥ ἀγρώσσουσαν Ἀθήνην;
  12. τίς καλέει γλαυκῶπιν, ὅτʼ ὠδίνουσι γυναῖκες;
  13. ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου,
  14. ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην.
  15. καὶ καμάτους ὁρόωντες ἀπειρομόθου Κυθερείης
  16. θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης·
  17. καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς·
  18. ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ.
  19. εἰ μίτον ἀμφαφάᾳς εἰ κερκίδα χερσὶ τιταίνεις,
  20. καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.