Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ
  2. βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν.
  3. ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης,
  4. εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ.
  5. μή νυχίην ἀνόνητον ἀναστήσειας Ἐνυώ,
  6. μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι·
  7. ἤδη δʼ ἀχλυόεις τέταται ζόφος· ἀγχιφανὴς δὲ
  8. δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ.
  9. εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ,
  10. σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὕριον εἰς μόθον ἕλκεις.
  11. ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα,
  12. οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ
  13. μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ.
  14. Ἰνδῴην δὲ φάλαγγα μεταστήσας ποταμοῖο
  15. Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ,
  16. ἑζόμενος λοφίῃσι παλιννόστων ἐλεφάντων.
  17. Ἰνδοὶ δʼ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι
  18. εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων
  19. νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου.
  20. ἤδη δὲ στονόεσσα διʼ ἄστεος ἵπτατο φήμη,