Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην·
- καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δʼ ἐπὶ γείτονα πεύκην
- πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.
- τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ
- Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,
- δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν,
- καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν·
- Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,
- ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,
- εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·
- κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ
- θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου
- αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης
- τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ
- καὶ καναχὴ σύριγγος· ὅλη δʼ ἐλελίζετο λόχμη
- καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι·
- νηιάδες δʼ ὀλόλυξαν. ἐγὼ δʼ ἐκόρυσσα μαχητάς,
- ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.
- καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,
- οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,