Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πολλάκι Βάκτρον Ἄρηα μετήιον, ἀλλὰ ῥεέθροις
- οὔ ποτε Μῆδον ὅμιλον ἀπέκτανε Μῆδος Ἀράξης·
- Περσικὸς Εὐφρήτης οὐκ ἔκρυφε γείτονα Πέρσην·
- πολλάκι μοι παρὰ Ταῦρον ἔην μόθος, ἀλλʼ ἐνὶ χάρμῃ
- οὐ Κίλικάς ποτε Κύδνος ἑῷ τυμβεύσατο κόλπῳ
- οὐ Τάναϊς χιονῶδες ἄγων πετρούμενον ὕδωρ
- γείτονι Σαυρομάτῃ θωρήσσεται, ἀλλὰ κορύσσων
- Κόλχοις ἀντιβίοισι χαραδρήεσσαν Ἐνυὼ
- πολλάκι παχνήεντι κατεπρήνιξε βελέμνῳ.
- Ἠριδανὸς πέλε σεῖο μακάρτερος, ὅττι ῥεέθροις
- ἀλλοδαπὸν Φαέθοντα καὶ οὐκ ἔκρυψε πολίτην,
- οὐ Γαλάτην ἐκάλυψε καὶ οὐ τάφος ἔπλετο Κελτῷ,
- ἀλλὰ φίλοις ναέτῃσι ῥυηφενέων ἀπὸ δένδρων
- Ἡλιάδων ἤλεκτρα φεραυγέα δῶρα κυλίνδει·
- Ῥῆνος Ἴβηρ βρεφέεσσι κορύσσεται, ἀλλὰ δικάζων,
- καὶ κρυφίην ὠδῖνα διασχίζων τοκετοῖο
- κτείνει ξεῖνα γένεθλα· σὺ δὲ φθιμένων ναετήρων
- κρύπτεις γνήσια τέκνα καὶ οὐ νόθον αἷμα καλύπτεις.
- πῶς δύνασαι ποταμοῖσι μιγήμεναι ἠὲ καὶ αὐτῷ
- ὠκεανῷ γενέτῃ καὶ Τηθύι, σεῖο τεκούσῃ,