Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. βάρβαρον αἷμα φέρων καὶ βάρβαρον ἦθος ἀέξων,
  2. ἆορ ἑὸν γύμνωσεν, ἀπορρίψας δὲ χιτῶνα,
  3. Ἄρεος ἀρραγὲς ἕρκος, ἀλεξητῆρα βελέμνων,
  4. καὶ ξίφος ἀπτοίητος ἑῷ κενεῶνι πελάσσας
  5. ὑστατίην ταχύποτμος ἀγήνορα ῥήξατο φωνήν·
  6. γαστήρ, δέχνυσο τοῦτο φίλον ξίφος· αἰδέομαι γάρ,
  7. μή τις ἐμὲ κτείνειεν ἀνάρσιος ἀπτόλεμος χείρ.
  8. αὐτὸς ἐμῷ κενεῶνι θελήμονα χαλκὸν ἐλάσσω,
  9. μή με πατήρ μέμψαιτο δεδουπότα θήλεϊ θύρσῳ,
  10. μὴ Σάτυρον, μὴ Βάκχον ἐμὸν καλέσειε φονῆα.
  11. ἔννεπε κυανέης κατὰ γαστέρος ἆορ ἐρείσας
  12. τολμηραῖς παλάμῃσιν, ἅτε ξένον ἄνδρα δαΐζων,
  13. καὶ θάνεν αὐτοδάικτος ἐν ἀντιβίοισι Μενοικεύς,
  14. αἰδόμενος μετὰ δῆριν ἰδεῖν ἔτι Δηριαδῆα·
  15. ὄμμασι δʼ ἀκλαύτοισι θελήμονι κάτθανε πότμῳ,
  16. καὶ μανίης ἀπάνευθεν ἐφαίνετο χάλκεος Αἴας.
  17. καὶ φόνος ἄσπετος ἦεν· ἀναινομένῳ δὲ ῥεέθρῳ
  18. κτεινομένους ἐκάλυψε καὶ ἔπλετο τύμβος Ὑδάσπης.
  19. καί τις ἔσω ποταμοῖο πανυστατίην χέε φωνήν·
  20. καὶ σύ, πάτερ, προχοῇσι πόθεν σέο τέκνα καλύπτεις;