Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ὠκεανὸς δʼ ἰάχησεν ἀπειλείων Διονύσῳ,
  2. ὑδατόεν μύκημα χέων πολυπίδακι λαιμῷ,
  3. καὶ ῥόον ἀενάων στομάτων κρουνηδὸν ἰάλλων
  4. ἠιόνας κόσμοιο κατέκλυσε χεύματι μύθων·
  5. ἥλικος Ὠκεανοῖο παρευνέτι, σύγχρονε κόσμου
  6. παντρόφε συμμιγέων ὑδάτων, αὐτόσπορε Τηθύς,
  7. ἀρχαίη φιλότεκνε, τί ῥέξομεν; αἰθαλόεις γὰρ
  8. εἰς ἐμὲ καὶ σέο τέκνα κορύσσεται ὑέτιος Ζεύς·
  9. ἅρπαγα γὰρ νόθον ὄρνιν ἔχει Κρονίωνα φονῆα
  10. Ἀσωπὸς γενετῆρα, καὶ υἱέα Βάκχον Ὑδάσπης.
  11. ἀλλὰ Διὸς στεροπῇσιν ἄγων ἀντίξοον ὕδωρ
  12. ἠέλιον πυρόεντα ῥόῳ σβεστῆρι καλύψω,
  13. κρύψω δʼ αἰθέρος ἄστρα· καὶ ἀθρήσει με Κρονίων
  14. χεύματι μορμύροντι κατακλύζοντα Σελήνην·
  15. Ἀρκτῴην δʼ ὑπὸ πέζαν ἐμαῖς προχοῇσι λοέσσω
  16. ἄξονος ἄκρα κάρηνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης·
  17. καὶ βυθίης ἀρχαῖον ἐμῆς πλωτῆρα θαλάσσης
  18. αἰθέριον Δελφῖνα πάλιν πλωτῆρα τελέσσω,
  19. κρυπτόμενον πελάγεσσι· καὶ ἀστερόφοιτον ἐρύσσω
  20. νόστιμον οὐρανόθεν μετανάστιον εἰς χθόνα Κελτῶν