Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καιομένου ποταμοῖο ῥοαῖς ἐπεπάφλασαν ὄχθαι·
  2. καὶ πολὺς ἠερόφοιτος ἑλίσσετο καπνὸς ἀλήτης
  3. λωτοῦ καιομένοιο μαραινομένου τε κυπείρου·
  4. καὶ θρύα πῦρ ἀμάθυνε· πολυστροφάλιγγι δὲ ῥιπῇ
  5. καπνοῦ λιγνυόεντος ἕλιξ ἐμέθυσσεν ἀυτμὴ
  6. ἠερίας ἁψῖδας, ὅλη δʼ ἐμελαίνετο λόχμη
  7. εὐόδμοις ἀνέμοισιν ἱμασσομένων δονακήων.
  8. καὶ σέλας εἰς βυθὸν εἷρπεν· ἐνεκρύπτοντο δὲ πηλῷ
  9. ἰχθύες αἰθαλόεντες· ὑποβρυχίοιο δὲ πυρσοῦ
  10. νηχομένῳ σπινθῆρι διάβροχος ἔζεεν ἰλὺς
  11. ὑγρὸν ἀναπτομένη· βυθίων δʼ ἀπὸ καπνὸς ἐναύλων
  12. ἔμπυρος ὑδατόεντι διέσσυτο σύνδρομος ἀτμῷ.
  13. Ὑδριάδων δὲ φάλαγγες ἀνάμπυκες ὠκέι ταρσῷ
  14. γυμναὶ κυματόεντος ἀπεπλάζοντο μελάθρου·
  15. καί τις ἀναινομένη φλογερὸν πατρώιον ὕδωρ
  16. νηιὰς ἀκρήδεμνος ἀήθεα δύσατο Γάγγην·
  17. ἄλλη δʼ Ἰνδὸν ἔναιεν ἐριβρεμέτην Ἀκεσίνην
  18. ἀζαλέοις μελέεσσιν· ἀλωομένην δὲ Χοάσπης
  19. ἄλλην οὐρεσίφοιτον ἀνάμπυκα Νηίδα Νύμφην
  20. παρθενικὴν ἐδέξατο, Περσίδι γείτων.