Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων,
- νηχομένων κεράιξε μετάφρενον· εἰ δέ τις Ἰνδῶν
- ἡμιφανὴς πολέμιζεν ἐπʼ ἰλύι ταρσὸν ἐρείσας,
- θύρσῳ στῆθος ἔτυψεν ἣ αὐχένα, κύματα τέμνων,
- δυομένων· βυθίων γὰρ ἐπίστατο κόλπον ἐναύλων,
- ἐξ ὅτε μιν φεύγοντα μόθον δασπλῆτα Λυκούργου
- δώματι κυμαίνοντι γέρων ὑπεδέξατο Νηρεύς.
- πολλοὶ δʼ ἔνθα καὶ ἔνθα περικλείοντο ῥεέθρῳ,
- υἷα Διὸς τρομέοντες ὀρίδρομον, ὧν ὁ μὲν αὐτῶν
- ὄρθιος ἰλυόεντι πόδας σφηκώσατο πηλῷ,
- αὐτοπαγὴς δʼ ἀτίνακτος ἀπʼ ἰξύος ἄχρι καρήνου
- ἡμιφανὴς ἀνέτελλε καλυπτομένην πτύχα μηροῦ·
- καὶ Βρομίῳ πολέμιζεν ἐν ὕδασι μᾶλλον ἀρούρης
- ἀμφοτέραις παλάμαις διδυμάονα δούρατα πάλλων·
- καὶ τὸ μὲν αἰχμάζεσκεν ἐς ᾐόνας ὑψόσε πέμπων,
- Αἰακὸν ἀντικέλευθον ἔχων σκοπόν, ἄλλο δὲ σείσας
- ἔγχος ἀνουτήτοιο κατηκόντιζε Λυαίου.
- καί τις ἐνεστήρικτο μέσον κενεῶνα καλύπτων,
- ὃς δὲ φυγεῖν οὐχ εὗρε, τετυμμένος ὀξέι θύρσῳ,
- ἴχνια πηλώεντι φέρων πεπεδημένα δεσμῷ,