Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰκοστῷ τριτάτῳ πεπερημένον Ἰνδὸν Ὑδάσπην καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω.
  2. ὣς φαμένη πατρῷον ἐδύσατο φοίνιον ὕδωρ
  3. νηιὰς ὑδατόεσσα διάβροχος αἵματι Νύμφη.
  4. αὐτὰρ ὁ βάρβαρα φῦλα παρʼ ᾐόνας ἄορι τύπτων
  5. εἰς προχοὰς ἔτρεψε· διωκόμενοι δὲ σιδήρῳ
  6. δυσμενέες κτείνοντο φόβῳ στείνοντες Ὑδάσπην.
  7. καὶ πολὺς ἐν ῥοθίοισι πόδας καὶ χεῖρας ἑλίσσων
  8. νηχομένους μιμεῖτο, καὶ ἤθελε πότμον ἀλύξαι
  9. χερσὶν ἀπειρήτοις ποταμήια χεύματα τέμνων·
  10. ἀλλὰ ῥόῳ κεκάλυπτο· καὶ ὕδασιν ἄλλος ἐπʼ ἄλλῳ
  11. ἔγκυος οἰδαίνων διερῷ τυμβεύετο πότμῳ.
  12. Οὐδʼ ἐπὶ δὴν παρὰ θῖνα φερεσσακέος ποταμοῖο
  13. πληθύι τοσσατίῃ φονίων κυκλούμενος Ἰνδῶν
  14. Αἰακὸς εἰσέτι μίμνεν, ἐπεὶ μογέοντι παρέστη
  15. Ἰνδοφόνος Διόνυσος ἀκαχμένα θύρσα τινάσσων.
  16. ἔνθα πολὺν στρατὸν ἄλλον ἀφειδέι δούρατι νύσσων
  17. Αἰακὸς ἐπρήνιξεν· ἐμαίνετο δʼ οἷά περ Ἄρης,
  18. σύνδρομος εὐθώρηκι κασιγνήτῳ Διονύσῳ.
  19. καὶ διερῇ Διόνυσος ὁμίλεε σύζυγι χάρμῃ
  20. ὑγρὸν ἐπʼ ἀντιβίοισι φέρων μόρον. εἰ δέ τις ἀνὴρ