Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἑβδομάτῳ δεκάτῳ πρωτάγριον Ἄρεα μέλπω καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.
  2. οὐδὲ φιλακρήτοιο μέθης πεπεδημένον ὕπνῳ
  3. ζωγρήσας ἀτίνακτον ἀνουτήτων γένος Ἰνδῶν
  4. ληθαίοις Διόνυσος ἐπέτρεπε δῆριν ἀήταις·
  5. ἀλλὰ πάλιν Φρύγα θύρσον ἐκούφισεν· ὑψιλόφου γὰρ
  6. εἰς ἐνοπὴν καλέοντος ἐπείγετο Δηριαδῆος,
  7. παιδὸς Ἀμαζονίης δολίην ἄμνηστον ἐάσας
  8. οἰνοβαρῆ φιλότητα καὶ ὑπναλέους ὑμεϝαίους.
  9. καὶ θεὸς ἡγεμόνευε, Διὸς κήρυκα γενέθλης
  10. οὐρανίην ἀκτῖνα φέρων στίλβοντι προσώπῳ·
  11. ἀμφὶ δὲ Λύδιον ἅρμα Γιγαντοφόνου Διονύσου
  12. θυρσοφόροι στίχες ἦσαν, ἐμιτρώθη δὲ μαχηταῖς
  13. μεσσοφανὴς ἑκάτερθε, καὶ ἀντήστραπτεν Ὀλύμπῳ·
  14. κάλλεϊ δʼ ἔκρυφε πάντας· ἰδὼν δέ μιν ἦ τάχα φαίης
  15. ἠέλιον πυρόεντα πολυσπερέων μέσον ἄστρων.
  16. καὶ στρατιῆς ἀσίδηρον ἄναξ ὥπλισσεν Ἐνυώ,
  17. οὐ ξίφος, οὐ μελίην θανατηφόρον, ἀντὶ δὲ χαλκοῦ
  18. κισσὸν ἔχων ἄρρηκτον ἑὸν δόρυ· καί μιν ἑλίσσων
  19. Ἀσίδος ἐν πολίεσσι, καὶ Ἀσίδος ἐν χθονὶ πήξας
  20. ἄγριον ἡνιόχευε Κυβηλίδος ἅρμα θεαίνης