Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,
  2. ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.
  3. καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ
  4. οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.
  5. δίζετο δʼ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου
  6. θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,
  7. μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.
  8. ἀρχαίην δʼ ἀέκουσα λίπεν θηροτρόφον ὕλην,
  9. αἰδομένη μετὰ λέκτρα φανήμεναι ἰοχεαίρῃ.
  10. καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου
  11. γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης
  12. θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,
  13. καὶ δρόμον ἐννεάκυκλον ἐπτστώσαντο Σελήνης·
  14. ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,
  15. ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς.
  16. κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ,
  17. τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ.
  18. καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ
  19. τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης
  20. Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.