Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὔ πω μῦθος ἔληγε, καὶ ἴαχεν αἰγίβοτος Πάν·
  2. αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου·
  3. αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω·
  4. καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων
  5. ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.
  6. ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ
  7. ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ
  8. παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει.
  9. φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν· ἐρρέτω αἰγῶν,
  10. ἐρρέτω ἡμετέρων ὀίων γλάγος· οὐ δύναται γὰρ
  11. εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν.
  12. μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι· ὤμοι Ἐρώτων·
  13. σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους
  14. καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου
  15. αὐτομάτοις μελέεσσι· τὸ δὲ πλέον ἠθάδι μολπῇ
  16. φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ.
  17. νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν,
  18. ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης
  19. εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.
  20. τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν,