Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆς·
  2. οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.
  3. ὥς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ
  4. ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος,
  5. Ταρταρίην δʼ ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν,
  6. Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων.
  7. καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων,
  8. ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν
  9. μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους.
  10. καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ
  11. θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίων
  12. Βακχείην ἀγόρευεν, ἰδὼν εὐπάρθενον εὐνήν·
  13. Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς Ἀφροδίτην;
  14. καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς;
  15. καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις
  16. ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων;
  17. Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος,
  18. ποιμενίην δʼ ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ
  19. λεῖπε βόας καὶ μῆλα· τί σοι ῥέξουσι νομῆες;
  20. ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.