Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παπταίνων δʼ ἐς Ὄλυμπον ἐρωτοτόκῳ φάτο φωνῇ·
  2. ἵξομαι, ἧχι πέλει δροσερὸς δρόμος, ἧχι φαρέτρη,
  3. ἧχι βέλος καὶ τόξον ἐπήρατον, ἧχι καὶ αὐταὶ
  4. παρθενικῆς ἀγάμοιο μύρου πνείουσι χαμεῦναι·
  5. φαύσω καὶ σταλίκων καὶ δίκτυα χερσὶ πετάσσω·
  6. ἀγρώσσω καὶ ἔγωγε καὶ ἠθάδα νεβρὸν ὀλέσσω.
  7. εἰ δέ μοι ὡς βαρύθυμος ὀνειδίσσειεν Ἀμαζὼν
  8. θῆλυν ἐρευγομένη μελιηδέος ὄγκον ἀπειλῆς,
  9. κούρης χωομένης ἐπὶ γούνασι χεῖρα πελάσσω,
  10. ψαύων ὡς ἱκέτης ἐρατοῦ χροός, οὐ μὲν ἐλαίης
  11. θαλλὸν ἀερτάζων, ὅτι δένδρεόν ἐστιν Ἀθήνης
  12. παρθενικῆς ἀγάμου καὶ ἀθελγέος, ἀντὶ δὲ πικροῦ
  13. ἀκρεμόνος λιπόωντος ἐμῇ μελιηδέι νύμφῃ
  14. οἴνοπα καρπὸν ἔχοντα μελιρραθάμιγγος ὀπώρης
  15. βότρυν ἀερτάζων ἱκετήσιον. ἣν δὲ χαλέψῃ
  16. παρθένος ἀγκυλότοξος, ἐμῷ χροῒ μὴ δόρυ πήξῃ,
  17. μὴ βέλος αὗ ἐρύσειε μιαιφόνον, αἰδομένη δὲ
  18. ἀκροτάτῳ πλήξειεν ἐμὸν δέμας ἡδέι τόξῳ·
  19. πληγῆς οὐκ ἀλέγω φρενοθελγέος. ἣν δʼ ἐθελήσῃ,
  20. ἱμερταῖς παλάμῃσιν ἐμῶν δράξαιτο κομάων,